Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.230 Joseph. AJ 17.235 (English) >>Joseph. AJ 17.240

17.233ἀνετίθει δὲ αὐτῷ καὶ τῶν ἐκ τοῦ ἱπποδρόμου δεσμωτῶν τὴν ἄφεσιν καὶ πολλὰ τὰ μὲν γεγονότα τὰ δὲ καὶ πιστεύεσθαι δυνάμενα διὰ τὸ φύσιν ἔχειν γίνεσθαι ὑπό τε νεωτέρων καὶ φιλοτιμίᾳ τοῦ ἄρχειν προλαμβανόντων τὴν ἐξουσίαν, πένθους τε τοῦ ἐπὶ τῷ πατρὶ ἀμελείας καὶ κωμασμοὺς αὐτονυκτὶ τῇ ἐκείνου τελευτῇ γεγονότας, 17.234ἐφʼ οἷς δὴ καὶ τὴν πληθὺν ἀρχὴν τοῦ στασιάζειν λαβεῖν, εἰ τοιαῦτα εὐεργετήσαντος αὐτὸ τοῦ πατρὸς καὶ οὕτως μεγάλων ἠξιωκότος τοιοῖσδε ἀμείβεσθαι τὸν νέκυν, ὥσπερ ἐπὶ σκηνῆς δακρύειν μὲν προσποιούμενον τὰς ἡμέρας, ἀπολαύοντα δὲ ἡδονῇ τῇ ἐπὶ τῆς ἀρχῆς ὅσαι νύκτες. 17.235φανεῖσθαί τε καὶ περὶ τὸν Καίσαρα τοιόνδε ὄντα Ἀρχέλαον συγχωροῦντα τὴν βασιλείαν, ὁποῖος γένοιτο καὶ περὶ τὸν πατέρα· χορεύειν γὰρ καὶ ᾄδειν ὥσπερ ἐχθροῦ πεσόντος, ἀλλʼ οὐκ ἀνδρὸς οὕτως μὲν συγγενοῦς, τηλικαῦτα δʼ εὐεργετεῖν ἐξηγμένου. 17.236δεινότατόν τε πάντων ἀπέφηνε τὸ νῦν ἥκειν ἐπὶ Καίσαρος κατανεύσει τῇ ἐκείνου χρησόμενον τῇ βασιλείᾳ πάντων αὐτῷ προπεποιημένων, ὁπόσα γένοιτο ἂν ὑπὸ σοῦ βεβαίως ἤδη τοῦ αὐτοκράτορος παρεσχηκότος πρασσόμενα. 17.237μάλιστα δὲ τὴν σφαγὴν τῶν περὶ τὸ ἱερὸν ἐδείνου τῷ λόγῳ καὶ τὴν δυσσέβειαν, ὡς ἑορτῆς τε ἐνεστηκυίας καὶ ἱερείων ἐν τρόπῳ σφαχθεῖεν ἔνιοι μὲν ξένοι οἱ δὲ ἐγχώριοι, πλησθείη δὲ τὸ ἱερὸν νεκρῶν οὐχ ὑπʼ ἀλλοφύλου, ἀλλὰ τοῦ καὶ μετὰ νομίμων ὀνομάτων τῆς βασιλείας ἐφιεμένου τῆς πράξεως, ὅπως δυνηθείη πληρῶσαι τῆς φύσει τυραννίδος τὴν πᾶσιν ἀνθρώποις μεμισημένην ἀδικίαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.230 Joseph. AJ 17.235 (English) >>Joseph. AJ 17.240

Powered by PhiloLogic